Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.364 Joseph. AJ 6.368 (English) >>Joseph. AJ 6.371

6.366Δαυίδης δὲ πονηρὰν καὶ ἄδικον αὐτῶν ταύτην ἀπέφηνε τὴν γνώμην· εἶναι γὰρ ἀξίους, τοῦ θεοῦ παρασχόντος αὐτοῖς ἀμύνασθαι μὲν τοὺς πολεμίους, κομίσασθαι δὲ πάντα τὰ αὑτῶν, πᾶσιν ἐξ ἴσου τοῖς συστρατευσαμένοις μερίζεσθαι τὴν ὠφέλειαν, καὶ ταῦτʼ ἐπὶ φυλακῇ τῶν σκευῶν μεμενηκότων. 6.367καὶ ἐξ ἐκείνου νόμος οὗτος ἐκράτησε παρʼ αὐτοῖς, ἵνα ταὐτὰ τοῖς μαχομένοις λαμβάνωσιν οἱ τὰ σκεύη φυλάσσοντες. γενόμενος δʼ ἐν Σικέλλα Δαυίδης διέπεμψε πᾶσι τοῖς ἐν τῇ Ἰούδα φυλῇ συνήθεσι καὶ φίλοις ἀπομοίρας τῶν λαφύρων. καὶ τὰ μὲν περὶ τὴν Σικέλλων πόρθησιν καὶ Ἀμαληκιτῶν ἀναίρεσιν οὕτως ἐγένετο. 6.368

Τῶν δὲ Παλαιστίνων συμβαλόντων καὶ καρτερᾶς μάχης γενομένης νικῶσιν οἱ Παλαιστῖνοι καὶ πολλοὺς ἀναιροῦσι τῶν ἐναντίων, Σαοῦλος δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ γενναίως ἀγωνιζόμενοι καὶ πάσῃ προθυμίᾳ χρώμενοι, ὡς ἐν μόνῳ τῷ καλῶς ἀποθανεῖν καὶ παραβόλως διακινδυνεῦσαι τοῖς πολεμίοις τῆς ὅλης αὐτοῖς δόξης ἀποκειμένης, οὐδὲν γὰρ τούτου περισσότερον εἶχον, 6.369ἐπιστρέφουσι πᾶσαν εἰς αὑτοὺς τὴν τῶν ἐχθρῶν φάλαγγα καὶ περικυκλωθέντες ἀποθνήσκουσι πολλοὺς τῶν Παλαιστίνων καταβαλόντες. ἦσαν δὲ οἱ παῖδες Ἰωνάθης καὶ Ἀμινάδαβος καὶ Μέλχισος. τούτων πεσόντων τρέπεται τὸ τῶν Ἑβραίων πλῆθος καὶ ἀκοσμία καὶ σύγχυσις γίνεται καὶ φόνος ἐπικειμένων τῶν πολεμίων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.364 Joseph. AJ 6.368 (English) >>Joseph. AJ 6.371

Powered by PhiloLogic